Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.257 Joseph. AJ 17.260 (English) >>Joseph. AJ 17.265

17.258τολμησάντων δʼ εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων, 17.259περιοδεύσαντες δʼ ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθους τε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες. 17.260καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοί τε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον μάχη συνέστη τοιάδε οὖσα. 17.261ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπʼ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου τάχος. 17.262 δὲ ξύλωσιν παρέχων πίσσης τε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργα τε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν· οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.257 Joseph. AJ 17.260 (English) >>Joseph. AJ 17.265

Powered by PhiloLogic